Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.

Δόξα… Καὶ νῦν… Ἦχος βαρὺς

Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας

Ἦχος α’

Τοῖς ἀμέτρως πταίουσι, πλουσίως συγχώρησον Σωτήρ, ἀξίωσον ἡμᾶς, ἀκατακρίτως προσκυνῆσαί σου τὴν ἁγίαν Ἀνάστασιν, πρεσβείαις τῆς ἀχράντου σου Μητρός, μόνε πολυέλεε.

Δόξα… Καὶ νῦν… Τὸ αὐτὸ

Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς ρκθ’

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ΄ αὐτῷ λύτρωσις.

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε.