Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ’ αὐτήν.

Ἰησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν.

Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.

Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ’ ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.

Δόξα…

Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.

Καὶ νῦν … Θεοτοκίον

Ἡ μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρών, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.

Κάθισμα Ἦχος δ’

Ἐπεφάνης σήμερον

Τῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ’ εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.