Μετὰ τὴν β’ Στιχολογίαν
Κάθισμα Ὅμοιον
Ἀόρατε Κριτά, ἐν σαρκὶ πῶς ὠράθης, καὶ ἔρχῃ ὑπ’ ἀνδρῶν, παρανόμων κτανθῆναι; ἡμῶν τὸ κατάκριμα, κατακρίνων τῷ πάθει σου. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμποντες, τῇ ἐξουσίᾳ σου Λόγε, συμφώνως προσφέρομεν.
Δόξα… Καὶ νῦν … Πάλιν τὸ αὐτὸ
Μετὰ τὴν γ’ Στιχολογία
Κάθισμα Ἦχος πλ. δ’
Τὴν Σοφίαν, καὶ Λόγον
Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχάς, ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ. Δεῦτε οὖν φιλέορτοι, ὑπαντήσωμεν ᾄσμασιν· ὁ γὰρ Κτίστης ἔρχεται, σταυρὸν καταδέξασθαι, ἐτασμούς καὶ μάστιγας, Πιλάτῳ κρινόμενος· ὅθεν καὶ ἐκ δούλου ῥαπισθεὶς ἐπὶ κόρης· τὰ πάντα προσίεται, ἵνα σώσῃ τὸν ἄνθρωπον. Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὰ ἄχραντα Πάθη σου.
Δόξα… Καὶ νῦν … Πάλιν τὸ αὐτὸ
Εὐαγγέλιον τοῦ Ὄρθρου
Ἐκ τοῦ κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, ἐπανάγων ὁ Ἰησοῦς…
Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ α’ Ἦχος β’
Ὁ Εἱρμὸς
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι’ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».
Σελ. 1234567891011121314151617