Μείζων ἀρχῆθεν ἀριθμῶν ὁ ἕβδομος, δημιουργίας καὶ γάρ· τῆς τοῦ Θεοῦ πάσης, πρωτοτύπως γέγονεν, ἡ παντελὴς κατάπαυσις, εἰς ἑβδόμην ἡμέραν, καὶ νῦν πασῶν τῶν αἱρέσεων, λῆξις εἰς ἰσάριθμον Σύνοδον.

Νενικηκὼς τὸν θεομάχον Ἄρειον, ἐν τῇ Νικαίᾳ τὸ πρίν, ποιμαντικῇ ῥάβδῳ ὀρθοδόξοις ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν Πατέρων, καὶ νῦν ἐν ταύτῃ κατῄσχυνε, τοὺς Εἰκονομάχους ὁ σύμμαχος.

Θεοτοκίον

Ὡς οἱ Πατέρες εὐσεβῶς ἐδίδαξαν, ὁμολογοῦμεν πιστῶς, Παρθενικὴν μήτραν, ἀνωδίνως τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον, προσκυνοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρφωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα.

ᾨδὴ γ’

Ὁ στερεώσας κατ’ ἀρχὰς

Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀρραγῆ Ἐκκλησίαν, ὑπ’ αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέλοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν.

Ἀνακαθαίρει θολερούς, καὶ βορβορώδεις χειμάρρους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος.

Κατὰ τῶν ὄντως μισητῶν, Χριστιανοκατηγόρων, συνδρομῇ τῶν φιλοχρίστων ἑβδόμῃ, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς Βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνήγοροι.