Ἀπολυτίκιον Ἀναστάσιμον

Δόξα… Τῶν Πατέρων

Ἦχος πλ. δ’

Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.

Καὶ νῦν… Θεοτοκίον

Ἦχος πλ. δ’

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τον θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, ἀντὶ δέ του, Ἀμώμου λέγομεν τὸν Πολυέλεον, Καθίσματα Ἀναστάσιμα, καὶ τὰ λοιπὰ ὁμοίως, κατὰ τὴν συνήθειαν.

Εἶτα οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων Πατέρων εἰς ς’.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην.

Ποίημα Θεοφάνους

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ἁρματηλάτην

Ὑμνολογῆσαι τὴν ἑβδόμην ἄθροισιν, ἐφιεμένῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσασαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφημον, πᾶσαν γλωσσαλγίαν σιγήσασαν.