Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ. 1, 8-11, 15-17)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ’ ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.