Θεοτοκίον

Δημιουργεῖται νήπιος, ἑκοντὶ διὰ ἔλεος, ὁ Δημιουργὸς ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τηρῶν μετὰ τόκον σε, κεκαθαρμένην ὅλην Ἁγνή, καὶ τὴν ῥυπωθεῖσαν, ἐκκαθαίρων εἰκόνα· διὸ περ ἐν εἰκόσι, συμμορφοῦταί σοι φύσει, βροτὸς γεγενημένος, Θεὸς ὑπάρχων φύσει.

ᾨδὴ θ’

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Ὁ μέγας τῇ ἰσχὺϊ καὶ τῇ βουλῇ, ὁ τὸ πᾶν συγκρατῶν ἀκατάληπτε, μόνε Θεέ, κράτιστε παντάρχα Παμβασιλεῦ, τὴν Ἐκκλησίαν κράτυνον, τῇ ὀρθοδοξίᾳ σου συντηρῶν, Πατέρων πανενδόξων, παραδειγματισάντων, κακοδοξίαν παρακλὴσεσι.

Μεγάλων ἠξιώθητε τῶν τιμῶν, ἐπὶ γῆς οὐρανόφρονες Ἅγιοι, ὅτι Χριστοῦ, τύπον ἐτιμήσατε σχετικῶς, καὶ νῦν σκιὰν ἐκθέμενοι, καὶ τὸ περικάλυμμα τῆς σαρκός, αὐτὸν αὐτοπροσώπως, εἰς πρόσωπον ὁρᾶτε, καὶ τῶν μειζόνων ἀξιούμενοι.

Ἣν ἵνα παιδευθῶμεν πανστρατιάς, βαρβαρώδους ἱππείας ἠρέθισας, ῥύμην αὐτός, θραῦσον καὶ τὸ θράσος τὸ καθ’ ἡμῶν, καὶ Βασιλεῖ συμμάχησον, τῷ τεθαρρηκότι σοι Παντουργέ, ταῖς εὐπαρρησιάστοις, πρεσβείαις τῶν Πατέρων, ὧν ἐκτελοῦμεν τὸ μνημόσυνον.

Θεοτοκίον

Νοῆσαι τὸ μυστήριον οὐδαμῶς, τῆς φρικτῆς σου λοχείας, δεδύνηται, βρότειος νοῦς, ἀλλ’ οὐδ’ ὑψηλόνους ἀγγελικός, ὅτι Θεὸν ἐγέννησας, σὺ σεσαρκωμένον ὑπερφυῶς· διὸ σε Θεοτόκον, εἰδότες σὺν ἐκείνῳ, καθιστοροῦντες μεγαλύνομεν.