Θεοτοκίον

Ἡ παναγνος Δέσποινα, ἡ μόνη πάντων τῆς σωτηρίας ἐλπίς, ἡ φρικτῶς τετοκυῖα, τὸν Βασιλέα τῶν βασιλέων Χριστόν, ἐν ταῖς ὠλέναις αὐτὸν βρέφος φέρουσα, συμπροσκυνεῖται γραπτῶς, ὡς οἱ Πατέρες φασίν.

ᾨδὴ η’

Ἑπταπλασίως κάμινον

Νομοθετεῖ μὲν ἄριστα, τῶν Πατέρων ὁ σύλλογος, τοῖς θεοσεβέσι, σχετικὴν προσκύνησιν, καὶ τὴν ἀναστήλωσιν, τῆς Ἱερᾶς εἰκόνος Χριστοῦ· οἱ φιλευσεβεῖς δέ, τήν ἐτήσιον μνήμην, ὡς παῖδες ἐκτελοῦμεν, εὐπειθεῖς τὴν ἐκείνων, καὶ πόθῳ τὴν εἰκόνα, Χριστοῦ καταφιλοῦμεν.

Ἑπταπλασίως ἔκαμπτον, ταπεινοὺς ὑψηλόφρονες, καὶ τῶν φιλαρέτων, τὰς ὁρμὰς ἀνέκοπτον, δι’ ὧν ἐνδιέβαλλον, εἰς τὰς ἐνθέους πράξεις αὐτῶν, ἀλλ’ οἱ τῆς ἑβδόμης, συνελθόντες Συνόδου, Πατέρες ἐν Νικαίᾳ τὴν ὀφρὺν τὴν ἐκείνων, αὐτίκα κατασπῶσιν, ἑπταπλασιωτέρως.

Βέλη νηπίων γίνονται, ψαλμικῶς γηραιόφροσι, τῶν νηπιοφρόνων, αἱ πληγαὶ καὶ μάστιγες, τῇ θείᾳ δυνάμει δέ, ἐξασθενοῦσι γλῶσσαι πολλαί, τῶν τὰς βλασφημίας, εἰς τὸ ὕψος λαλούντων, καὶ πᾶς τις τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, Θεὸν ἕνα γινώσκει, πανταίτιον καὶ μονον.