Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Mνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων.

Στίχοι

Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε,

Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.

Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ’

Θεοῦ συγκατάβασιν

Ἡττῶνται τοῖς δόγμασιν, αἱρεσιάρχαι τῶν θεηγόρων ἀνδρῶν, τῶν τὸ σέβας τῶν τύπων, τοῖς ἀρχετύποις μεθαρμοζόντων ὀρθῶς, καθάπερ ἔφη ὁ Μέγας Βασίλειος· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ναοὶ καλλωπίζονται, φαιδραῖς εἰκόσι κατακοσμούμενοι νῦν· διὰ τοῦτο ὁ κόσμος, ἐν ἐκκλησίαις, τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει, συμψάλλει τοῖς ψάλλουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φῶς ἀνατέταλκε, μακρὰν τὸ σκότος, οἱ δυσσεβεῖς ἐκποδών· διὰ τοῦτο τὰ πάντα φωτὸς πλησθέντα, τὸν φωτοδότην Χριστόν, μέτ’ εὐθυμίας ὑμνοῦσι καὶ λέγουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.