Νεανικήν, ἔνστασιν ἐπιδεικνύμενος, καὶ τῷ θείῳ, ζήλῳ πυρπολούμενος, ὁ Πατρικὸς δῆμος Ἠλιού, οἷα τῆς αἰσχύνης, τοὺς Ἱερεῖς ἐθανάτωσε· διὸ σὺν παρρησίᾳ, τοῦ Χριστοῦ τὴν εἰκόνα, σχετικῶς προσκυνεῖν ἐδογμάτισε.

Θεοτοκίον

Σύ μου ἐλπίς, Πάναγνε σύ μου καὶ ὕμνησις, σὺ λιμήν μου, σύ μου καὶ κυβέρνησις, ἡ τὸν Θεόν, Λόγον τοῦ Πατρός, σεσωματωμένον, ἀσυνδυάστως κυήσασα· διὸ σου ἀδιστάκτως, προσκυνῶ τὴν εἰκόνα, τῇ ἰσχύϊ σου ἐνδυναμούμενος.

ᾨδὴ ε’

Ἵνα τὶ με ἀπώσω

Ὑψηλῇ διανοίᾳ, συνδιασκεψάμενοι ἀνεθεμάτισαν, τοὺς Εἰκονομάχους, ὡς ἀλλόκοτα τούτους φρονήσαντας, οἱ σεπτοὶ Πατέρες, καὶ τὴν τιμὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκός ἀπονέμειν ἐθέσπισαν.

Νῦν καιρὸς εὐφροσύνης, ἄρτι σωτηρίας ἡμέρα ἐπέφανεν, εὐφρανθῶμεν τοίνυν, καὶ Χριστῷ εὐφροσύνως βοήσωμεν. Τὴν εἰρήνην δίδου, τὴν σὴν ἡμῖν λιταῖς Πατέρων, τῆς ἑβδόμης Συνόδου Φιλάνθρωπε.

Θεοτοκίον

Διὰ σπλάγχνα ἐλέους, ἀπὸ τῆς Παρθένου ὁ Υἱὸς γεγέννηται, τοῦ Θεοῦ ἀτρέπτως, τὸ ἀλλότριον φέρων ὡς ἴδιον, καὶ μορφῇ τῇ τούτου, περιγραπτὸς ὁρᾶται θέλων, κατ’ οὐσίαν ὁ ὢν ἀπερίγραπτος.