Εὐαγγέλιον Α’
Κατὰ Ἰωάννην
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου…
… εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ Μαθηταὶ αὐτοῦ.
Πληρουμένου δὲ ἑκάστου Εὐαγγελίου, λέγομεν
Δόξα τῇ μακροθυμίᾳ σου Κύριε, δόξα σοι
Εἶτα ψάλλομεν τὰ ἑπόμενα Ἀντίφωνα, δευτεροῦντες ἅπαντα τὰ Τροπάρια
Ἀντίφωνον Α’ Ἦχος πλ. δ’
Ἄρχοντες Λαῶν συνήχθησαν, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
Λόγον παράνομον, κατέθεντο κατ’ ἐμοῦ, Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς με.
Τὰς αἰσθήσεις ἡμῶν, καθαρὰς τῷ Χριστῷ παραστήσωμεν, καὶ ὡς φίλοι αὐτοῦ, τὰς ψυχὰς ἡμῶν θύσωμεν δι’ αὐτόν, καὶ μὴ ταῖς μερίμναις τοῦ βίου, συμπνιγῶμεν ὡς ὁ Ἰούδας· ἀλλ’ ἐν τοῖς ταμείοις ἡμῶν κράξωμεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀπὸ τοῦ πονηροῦ ῥῦσαι ἡμᾶς.
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273747576777879808182838485868788899091929394959697