Δευτερονομίου τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 14-21)

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μέτ’ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὃστις οὐ θαυμάζει πρόσωπον, οὐδ’ οὐ μὴ λάβῃ δῶρον. Ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Εἰς τὴν Λιτήν, τὰ συνήθη

Δόξα… Ἦχος γ’

Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον συνοδικῶς κατεβάλετε. Μεθ’ ὃν καὶ Μακεδόνιον πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν Ἀκέφαλον. Ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, διατηρεῖν ἐν τῇ πίστει δεόμεθα.