… σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ

Περὶ ὥραν δεκάτην τῆς ἡμέρας σημαίνει. ὁ δὲ Ἱερεὺς ἀλλάσσει στολὴν λευκήν, καὶ Εὐλογήσαντος αὐτοῦ μετὰ τὸν Προοιμιακόν, γίνεται Συναπτὴ μεγάλη παρὰ τοῦ Διακόνου. Εἶτα τό, Κύριε ἐκέκραξα…, ἱστῶμεν δὲ Στίχους η’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ’ καὶ Ἰδιόμελα τῆς ἡμέρας γ’.

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος α’

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν Κόσμῳ τὴν Ἀνάστασιν.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τόν Κόσμον λυτρωσάμενος.

Τῶ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου, ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοι.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος πλ. δ’

Σήμερον ὁ ᾍδης στένων βοᾷ· Συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴ ὑπεδεξάμην· ἐλθὼν γὰρ ἐπ’ ἐμέ, τὸ κράτος μου ἔλυσε, πύλας χαλκᾶς συνέτριψε, ψυχάς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. (Δίς)