Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε!
Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ’ αἰῶνας, αἰωνίου τε ἐγείροντα νεκρούς.
Ὑπὲρ τοὺς ἐχθρούς σου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι.
Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε, καὶ σὺ δ’ ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα…
Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.
Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Μύροις σὲ Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες· Φρῖξον, ἀνεβόων, πᾶσα ἡ γῆ.
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἑκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου.
Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου, τρόμῳ δὲ ἡ Κτίσις συνεχεται, πάντων σε κηρύττουσα Ποιητήν.
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
Λίθος λαξευτός, τὸν ἀκρόγωνον καλύπτει λίθον, ἄνθρωπος θνητὸς δ’ ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρῖξον ἡ γῆ !
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273