Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα…
Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.
Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
Κἂν ἐνθάπτῃ τάφῳ, κἂν εἰς ᾍδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν ᾍδην ἀπεγύμνωσας Χριστέ.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Ἑκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.
Ψαλτὰ ἦσάν σοι τὰ δικαιώματά σου…
Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι’ ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον, φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.
Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε…
Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.
Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Ὁ Κριτὴς ὡς κριτός, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τί παθῶν τὸν Βαραββᾶν ἠλευθέρωσας; τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;
Σελ. 12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152535455565758596061626364656667686970717273