Ἦχος πλ. α’

Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

Ἦχος πλ. β’

Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

ΜΑΡΚΟΝ 16,1-8

Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνή…

…καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.


Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ

ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ

Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως, καὶ τρὶς ὑπὸ τῶν Χορῶν ἄνευ στίχων. Εῖθ’ οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεὺς ἢ ὁ Διάκονος καθ’ ἕκαστον δὲ Στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α’ Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Στίχ. β’ Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχ. γ’ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.