Τὰς χεῖρας ἐξέτεινας, ἐν αἷς τὸν ἄρτον ἔλαβες, τῆς ἀφθαρσίας, λαβεῖν τὰ ἀργύρια, τὸ στόμα πρὸς φίλημα, προσαγαγὼν δολίως, ἐν ᾧ τὸ Σῶμα τοῦ Χριστοῦ, καὶ τὸ Αἷμα ὑπεδέξω, ἀλλ’ οὐαί σοι! ὡς φησὶν ὁ Χριστός.
Χριστὸς εἱστιάσατο, τὸν Κόσμον ὁ οὐράνιος, κάί θεῖος Ἄρτος. Δεῦτε οὖν φιλόχριστοι, πηλίνοις ἐν στόμασιν, ἀγναῖς δὲ ταῖς καρδίαις, ὑποδεξώμεθα πιστῶς, τόν θυόμενον τὸ Πάσχα, ἐν ἡμῖν ἱερουργούμενον.
Δόξα…
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατ’ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν … Θεοτοκίον
Παστὰς ἐπουράνιος, καὶ Νύμφη ἀειπάρθενος, μόνη ἐδείχθης, Θεὸν μὲν βαστάσασα, τεκοῦσα δὲ ἀτρέπτως, ἐκ σοῦ σεσαρκωμένον· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τροπάριον
Ἦχος πλ. δ’
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. (ἐκ γ’)
Σελ. 123456789101112131415161718192021222324