Δόξα…

Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκ στάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ’ ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν… Θεοτοκίον

Ταῖς πρεσβείαις ὁ Θεός, τῆς Θεοτόκου δέχου τὴν εὐχὴν ἡμῶν, ἀντικατάπεμψον δὲ τὰ ἐλέη σου, ἐπὶ πάντας πλουσίως, καὶ τὴν σὴν παράσχου, εἰρήνην τῷ λαῷ σου.

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».

Ἤκουσας ψυχή, τοῦ Κριτοῦ προαναφωνοῦντος, καὶ διδάσκοντός τε, τῆς συντελείας τὸν χρόνον, ἑτοίμαζε τὰ πρὸς τὴν ἔξοδον ἔργα, μήπως ὡς ἀδόκιμος, Θεοῦ ἐκριφῇς.

Ἀπὸ τῆς συκῆς, ὦ ψυχή, διδάσκου τὸ τέλος, ὅταν ἁπαλώσῃ τὰ φύλλα, καὶ ἐκφύῃ τοὺς κλάδους, θέρους ὥρα λοιπόν, καὶ σὺ ὅταν ταῦτα ἴδῃς, γνῶθι ὅτι ἐπὶ θύραις ἐστίν.

Τίς ἐκτός σου ἄλλος, τὸν σὸν γινώσκει Πατέρα; ἢ τίς πλήν σου οἶδε, τὴν ὥραν ἢ τὴν ἡμέραν; παρὰ σοὶ γὰρ οἱ θησαυροὶ τῆς σοφίας πάντες ἐνυπάρχουσι Χριστὲ ὁ Θεός.

Βίβλοι ἀνοιγήσονται, τῶν τε θρόνων τεθέντων, πράξεις διελέγχονται, γυμνῶν ἑστώτων πάντων, οὐ μαρτύρων οὐ κατηγόρων παρόντων· τετραχηλισμένα γὰρ τὰ πάντα Θεῷ.