Ελληνικός Ευρωπαϊκός Πολιτισμός

ΓΛΩΣΣΑ, ΕΚΚΛΗΣΙΑ, ΕΥΑΓΓΕΛΙΟ

Καινή Διαθήκη, Πρόλογος στὴν Πατριαρχικὴ ἔκδοση τοῦ 1904



Ἄλλως ἔχουσι τὰ περὶ τῶν τριῶν μαρτύρων τῆς πρώτης ἐπιστολῆς Ἰωάννου (ε΄ 7-8). Τὸ χωρίον τοῦτο οὐ μόνον κατὰ τὰς βάσεις τῆς παρούσης ἐκδόσεως, ἀλλ’ οὐδὲ κατ’ ἐξαίρεσιν ἐφαίνετο ἐγχωροῦν, ὡς ὅλως ἀμάρτυρον ἀπὸ τῶν ἐκκλησιαστικῶν κειμένων, ἀπὸ τῶν πατέρων καὶ διδασκάλων τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἀπὸ τῶν ἀρχαίων μεταφράσεων, ἀπὸ τῶν ἀρχαιοτέρων ἀπογράφων τῆς Σλαυϊκῆς μεταφράσεως, καὶ αὐτῆς ἔτι τῆς Λατινικῆς, καὶ ἀπὸ πάντων τῶν γνωστῶν ἑλληνικῶν χειρογράφων, τῶν γεγραμμένων ἀνεξαρτήτως τῆς κατὰ μικρὸν εἰσαχθείσης εἰς τὴν Βουλγάταν προσθήκης. Διατηρεῖται κατὰ γνώμην τῆς Ἱερᾶς Συνόδου.

Οὕτω παρασκευασθὲν καὶ ἐκτυπωθὲν τὸ κείμενον τῆς παρούσης ἐκδό­σεως διαφέρει τοῦ κειμένου τῆς ὑπὸ τῶν Βιβλικῶν Ἑταιρειῶν διαδιδομένης Κοινῆς Ἐκδόσεως (Textus Receptus) εἰς ἀναγνώσεις μὲν περὶ τὰς 2000, χωρία δὲ περὶ τὰ 1400, καὶ δὴ 150 Ματθαίου, 175 Μάρκου, 260 Λουκᾶ, 100 Ἰωάννου, 125 Πράξεων, 165 Ἐπιστολῶν Παύλου, 65 Ἐπιστολῶν Καθολικῶν καὶ τὰ λοιπὰ τῆς Ἀποκαλύψεως. […]

Κατὰ τὰ ἔργα τῶν ἀνθρώπων ἔχει βεβαίως καὶ ἡ ἔκδοσις αὕτη, καὶ μάλιστα ὡς πρώτη ἀπόπειρα ἐν τῷ εἴδει τούτῳ, τὰ ἰδίας κῆρας. Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται ταῖς τῶν ἀνθρώπων ἀτελείαις· “δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι.”

2 Comments

  1. Sissi

    Ἀλλὰ καὶ μεταξὺ τῶν νεωτέρων ὑπάρχουσί τινα οὐχ ἧττον δόκιμα καὶ πολιώτερα (;) πολλῶν …

  2. Δηλαδὴ μεγαλύτερης κατ οὐσίαν ἡλικίας, ἐπειδὴ διασώζουν πιὸ ἀρχαῖες μορφὲς τοῦ κειμένου, ἐν συγκρίσει μὲ προγενέστερά τους χειρόγραφα.