Ἦχος α´. Ῥυθμὸς τετράσημος.
Ἄναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκοισεν
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ
χαῖρε Ἄχραντε.
Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ
χαῖρε Ἄχραντε.
Γηγενεῖς σκιρτᾶτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ
χαῖρε Ἄχραντε.
Δεῦτε ἐν σπηλαίῳ κατίδομεν κείμενον ἐν φάτνῃ τὸν Κύριον
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ
χαῖρε Δέσποινα.
Ἐξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσιν ἄξια.
ερου ρεμ ερου ρεμ ρερου ρερου ρερου ρεμ
χαῖρε Δέσποινα.
Ζητοῦν προσκυνήσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
ερου ρεμ ερου ρεμ ρερου ρε τε και τενενα
χαῖρε Δέσποινα.
Ἀστὴρ τοὺς μάγους ὁδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερεν
Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος.
Ἱδὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν.
Κράζει καὶ βοᾶ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον.
Λέγετε σοφοὶ καὶ διδάσκαλοι ἄρα που γεννᾶται ὁ Κύριος.
Μάγοι τῶν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον.
Τεριριριρεμ τεριριριρεμ τεμ και ανανες
χαῖρε ἄχραντε, τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.