Ἡ παρθένος σήµερον τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον τῷ ἀπροσίτῳ προσάγει
ἄγγελοι µετὰ ποιµένων δοξολογοῦσι,
µάγοι δὲ µετὰ ἀστέρος ὁδοιποροῦσι
δι᾿ ἡµᾶς γὰρ ἐγεννήθη
παιδίον νέον, Ὁ πρὸ αἰώνων Θεός.

Τὴν Ἐδὲµ Βηθλεὲµ ἤνοιξε, δεῦτε ἴδωµεν
τὴν τρυφὴν ἐν κρυφῇ ηὕραµεν, δεῦτε λαβωµεν
τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου
ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν,
ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον,
οὗ πιεῖν Δαβὶδ πρὶν ἐπεθυµησεν
ἐκεῖ παρθένος τεκούσα βρέφος
τὴν δίψαν ἔπαυσεν εὐθὺς τὴν τοῦ Ἀδὰµ καὶ τοῦ Δαβίδ
διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶµεν, ποὺ ἐτέχθη
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὁ πατὴρ τῆς µητρὸς γνώµῃ υἱὸς ἐγένετο
Ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο
ὃν κατανοούσα φησὶν ἡ τεκούσα
«Εἰπέ µοι, τέκνον, πῶς ἐνεσπάρης μοι, ἢ πῶς ἐνεφύης μοι;
ὁρῶ σέ, σπλάγχνον, καὶ καταπλήττοµαι,
ὅτι γαλουχῶ καὶ οὐ νενυµφευµαι
καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκµὴν ἐσφραγισµένην θεωρῶ
σὺ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὑψηλὲ βασιλεῦ, τὶ σοὶ καὶ τοῖς πτωχεύσασι;
ποιητὰ οὐρανοῦ, τὶ πρὸς γηίνους ἤλυθας;
σπηλαίου ἠράσθης, ἢ φάτνη ἐτέρφθης;
Ἰδοὺ οὔκ ἐστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύµατι
οὐ λέγω τόπον, ἀλλ΄οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον
καὶ τῇ μὲν Σάῤῥᾳ τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολύς, ἐµοὶ δὲ οὐδὲ φωλεός
ἐχρησάµην τὸ ἄντρον, ὃ κατῴκησας βουλήσει
παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.