Μόλις ὁλοκληρώθηκε ἡ ἀνθολόγηση τοῦ ἅγιου Γρηγόριου τοῦ Παλαμᾶ γιὰ τὴν συλλογὴ τῶν Μυστικῶν τῆς Ὀρθόδοξης Ἐκκλησίας. Ἀντιγράφω ἐδῶ μερικὲς γραμμὲς περὶ προσοχῆς τοῦ ἑαυτοῦ:
Πρόσεχε σεαυτῷ, φησίν ὁ Μωϋσῆς· παντί δηλονότι, οὐ τινί μέν τῶν σῶν, τινί δ’ οὔ. Διά τίνος; Τοῦ νοῦ πάντως. Οὐδενί γάρ ἄλλῳ δυνατόν προσέχειν ἑαυτῷ παντί. … Ἐάν πνεῦμα τοῦ ἐξουσιάζοντος, τῶν πονηρῶν δηλονότι καί πνευμάτων καί παθημάτων, «ἀναβῇ ἐπί σέ», φησίν ὁ Ἐκκλησιαστής, «τόπον σου μή ἀφῇς», τουτέστι μή ψυχῆς μέρος, μή μέλος σώματος ἀνεπίσκοπον ἐάσῃς. …
Ὡς γάρ τοῖς τῶν αἰσθητῶν καί φθαρτῶν ἡδονῶν ἀνεχομένοις τό τῆς ψυχῆς ἐπιθυμοῦν ὅλον κενοῦται πρός τήν σάρκα καί διά τοῦτο ὅλοι σάρκες γίνονται καί τό Πνεῦμα τοῦ Θεοῦ κατά τό γεγραμμένον οὐκ ἔνι καταμένειν ἐν αὐτοῖς, οὕτω τοῖς ἀνυψώσασι τόν νοῦν πρός τόν Θεόν καί τοῦ θείου πόθου τήν ψυχήν ἐξηρτημένοις, καί ἡ σάρξ μετασκευαζομένη συνανυψοῦταί τε καί συναπολαύει τῆς θείας κοινωνίας καί κτῆμα καί αὐτή γίνεται καί οἴκημα Θεοῦ, μηκέτ’ ἐνοικουροῦσαν ἔχουσα τήν πρός Θεόν ἔχθραν, μηδέ κατά τοῦ πνεύματος ἐπιθυμοῦσα.