Καὶ νῦν … Θεοτοκίον

Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς σου.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς Ἤχον πλ. δ’ τό, Ἀλληλούϊα. Εἶθ’ οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ αὐτό.

Ἦχος πλ. δ’

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Τὰ Πάθη τὰ σεπτά, ἡ παροῦσα ἡμέρα, ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ Κόσμῳ· Χριστὸς γὰρ ἐπείγεται, τοῦ παθεῖν ἀγαθότητι, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιέχων, καταδέχεται, ἀναρτηθῆναι ἐν ξύλῳ, τοῦ σῶσαι τὸν ἄνθρωπον.

Δόζα… Καὶ νῦν … Πάλιν τὸ αὐτὸ