Ἡ Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.

Δόξα…

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν … Θεοτοκίον

Δυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῷ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’

Ἀλλότριον τῶν μητέρων

Ἀλλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.

Ἀλλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι’ ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.

Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.