Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παίδας δορικτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δὲ μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντας, διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν, εὐλογεῖτε ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς, οὗ γὰρ ἦδον ἐν νόθοις οἱ παῖδες Σιών. Βαβυλῶνος, λύει δὲ πλάνην πᾶσαν καὶ μουσικῶν ἁρμονίαν, Βηθλεὲμ ἐξανατείλας Χριστός, δι᾿ ὃ ἀνυμνοῦντες, κτλ.

Σκῦλα Βαβυλὼν τῆς βασιλίδος Σιών καὶ δορίκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστὸς ἐκ Σιὼν δὲ ταύτης καὶ βασιλεῖς, σὺν ἀστέρι ὁδηγῷ ἀστροπολούντας ἕλκει, κτλ. κτλ.