Νόμου φιλίας, ὁ δυσώνυμος, Ἰσκαριώτης γνώμῃ ἐπιλαθόμενος, οὓς ἐνίψατο ηὐτρέπισε πρὸς προδοσίαν πόδας, καὶ σοῦ ἐσθίων ἄρτον, Σῶμα θεῖον, ἐπῆρε πτερνισμόν ἐπὶ σέ, Χριστέ, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐδεξιοῦτο τὸ λυτήριον, τῆς ἁμαρτίας σῶμα, ὁ ἀσυνείδητος, καὶ τὸ Αἷμα τὸ χεόμενον, ὑπὲρ Κόσμου τὸ θεῖον, ἀλλ’ οὐκ ᾐδεῖτο πίνων, ὃ ἐπίπρασκε τιμῆς οὐ κακίᾳ προσώχθισε καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.