Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Νηστείᾳ, κακοπαθείᾳ,

δακρύων χεύμασι

καὶ χαμευνίᾳ ἄκρᾳ,

Ἐλισάβετ φωσφόρε,

δολίου ἀπετάξω τὰς μηχανὰς

καὶ τοῦ κόσμου τερπνότητα·

διὸ τανῦν ἐπαγέλλῃ ἐν οὐρανοῖς

σὺν Κυρίῳ, τῷ Νυμφίῳ σου.

Ὑπομονῇ σου ἀτρέπτῳ

καὶ τελειότητι

ἠθῶν ἐχθρὸν καθεῖλες

τὸν πλανεύοντα κόσμον

καὶ ὤφθης ἐναρέτου βίου κανών,

Ἐλισάβετ ἀσκήτρια·

διὸ καὶ βρύειν ἰάσεις παντοδαπὰς

ἠξιώθης τοῖς τιμῶσί σε.

Τῷ Ἰησοῦ νυμφευθεῖσα

δι’ ἐνασκήσεως

ὑπέταξας τὴν σάρκα

τῇ ψυχῇ καὶ παρθένος

ἐδείχθης σεμνοτάτη, Μῆτερ κλυτή,

Ἐλισάβετ, ἡ ἄφθαρτον

ἀκτημοσύνης χιτῶνα καὶ ἀρετῆς

πολυτίμητον ὑφάνασα.

Ὡς μονοχίτων ἐβίως

καὶ ἀνυπόδητος,

τρισμάκαρ Ἐλισάβετ,

εὐθαλέστατον δένδρον

ὁσίων στεῤῥοψύχων ἀσκητριῶν,

ἡ παθῶν ῥίζας τέμνουσα

ἀδιαλείπτῳ δεήσει καρδιακῇ

πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον.

Δόξα. Ἦχος β΄.

Ὁσία Μῆτερ, ἀπετάξω πᾶν γεηρὸν φρόνημα

ζητοῦσα τοῦ κάλλους ἀπολαῦσαι τῆς ἀφθίτου μακαριότητος·

μονοχίτων οὖν καὶ ἀδυπόδητος διελθοῦσα τὸν βίον

χρυσοΰφαντον ἐνεδύσω χιτῶνα ἐνώπιον τοῦ Κυρίου·