238 Παρακαλέσας δὲ τοῦτον πρὸς τὸν ἕτερον ἔφη Πῶς ἂν γονεῦσι τὰς ἀξίας ἀποδῴη χάριτας; ὃς δὲ εἶπε Μηδὲν αὐτοὺς λυπήσας· τοῦτο δ᾽ οὐκ ἔστιν, εἰ μὴ θεὸς τῆς διανοίας ἡγεμὼν γένοιτο πρὸς τὰ κάλλιστα. 239 Προσεπινεύσας δὲ τούτῳ τὸν ἑξῆς ἠρώτα Πῶς ἂν φιλήκοος εἴη; ἐκεῖνος δὲ εἶπε Διαλαμβάνων ὅτι πάντα συμφέρει γινώσκειν, ὅπως ἂν πρὸς τὰ συμβαίνοντα ἐκλεγόμενός τι τῶν ἠκροαμένων ἀνθυποτιθεὶς πρὸς τὰ τῶν καιρῶν ἂν ἀντιπράσσηται, σὺν χειραγωγίᾳ θεοῦ· τοῦτο δ᾽ ἐστίν, αἱ τῶν πράξεων τελειώσεις ὑπ᾽ αὐτοῦ. 240 Τοῦτον δὲ ἐπαινέσας πρὸς τὸν ἕτερον εἶπε Πῶς ἂν μηθὲν παράνομον πράσσοι; πρὸς τοῦτο ἔφησε Γινώσκων ὅτι τὰς ἐπινοίας ὁ θεὸς ἔδωκε τοῖς νομοθετήσασι πρὸς τὸ σώζεσθαι τοὺς βίους τῶν ἀνθρώπων, ἀκόλουθος εἴης ἂν αὐτοῖς.

241 Ἀποδεξάμενος δὲ αὐτὸν πρὸς ἕτερον εἶπε Τίς ὠφέλεια συγγενείας ἐστίν; ὁ δὲ ἀπεφήνατο Ἐὰν τοῖς συμβαίνουσι νομίζωμεν ἀτυχοῦσιν μὲν ἐλαττοῦσθαι, καὶ κακοπαθῶμεν ὡς αὐτοί, φαίνεται τὸ συγγενὲς ὅσον ἰσχῦόν ἐστι— 242 τελουμένων δὲ τούτων καὶ δόξα καὶ προκοπὴ παρὰ τοῖς τοιούτοις ὑπάρξει· τὸ γὰρ συνεργὲς εὐνόως γινόμενον ὡς ἐξ ἑαυτοῦ ἀδιάλυτον πρὸς ἅπαντα—μετὰ δὲ εὐημερίας, μηδὲν προσδεῖσθαι τῶν ἐκεῖνων· ἀλλὰ δέον {θεὸν} ἱκετεύειν, πάντα ἀγαθοποιεῖν. 243 Ὡσαύτως δὲ ἐκεῖνοις ἀποδεξάμενος αὐτὸν ἄλλον ἠρώτα Πῶς ἀφοβία γίνεται; εἶπε δέ Συνιστορούσης τῆς διανοίας μηδὲν κακὸν πεπραχέναι, θεοῦ κατευθύνοντος εἰς τὸ καλῶς ἅπαντα βουλεύεσθαι.

244 Τούτῳ δὲ ἐπιφωνήσας πρὸς ἄλλον εἶπε Πῶς ἂν προχείρως ἔχοι τὸν ὀρθὸν λόγον; ὁ δὲ εἶπεν Εἰ τὰ τῶν ἀνθρώπων ἀτυχήματα διὰ παντὸς ἐπιβλέποι· γινώσκων ὅτι ὁ θεὸς ἀφαιρεῖται τὰς εὐημερίας, ἑτέρους δὲ δοξάζων εἰς τὸ τιμᾶσθαι προάγει. 245 Καλῶς δὲ καὶ τοῦτον ἀποδεξάμενος τὸν ἑξῆς ἀποκριθῆναι παρεκάλει Πῶς ἂν μὴ εἰς ῥᾳθυμίαν, μηδὲ ἐπὶ τὰς ἡδονὰς τρέποιτο; ὁ δὲ Προχείρως ἔχων, εἶπεν, ὅτι μεγάλης βασιλείας κατάρχει καὶ πολλῶν ὄχλων ἀφηγεῖται, καὶ οὐ δεῖ περὶ ἕτερόν τι τὴν διάνοιαν εἶναι, τῆς δὲ τούτων ἐπιμελείας φροντίζειν· θεὸν δὲ ἀξιοῦν, ὅπως μηθὲν ἐλλίπῃ τῶν καθηκόντων. 246 Ἐπαινέσας δὲ καὶ τοῦτον τὸν δέκατον {ἠρώτα Πῶς ἂν ἐπιγινώσκοι} τοὺς δόλῳ τινὶ πρὸς αὐτὸν πράσσοντας; ὁ δὲ ἀπεφήνατο πρὸς τοῦτο Εἰ παρατηροῖτο τὴν ἀγωγὴν ἐλευθέριον οὖσαν, καὶ τὴν εὐταξίαν διαμένουσαν ἐν τοῖς ἀσπασμοῖς καὶ συμβουλίαις καὶ τῇ λοιπῇ συναναστροφῇ τῶν σὺν αὐτῷ, καὶ μηθὲν ὑπερτείνοντας τοῦ δέοντος ἐν ταῖς φιλοφρονήσεσι καὶ τοῖς λοιποῖς τοῖς κατὰ τὴν ἀγωγήν.