εἰ δέ τις μέγα μὲν οἴεται τὴν ἀναγωγήν, φαντασίᾳ δὲ ἀπιστεῖ, μή τοι καὶ κατ’ αὐτήν ποτε πορισθῆναι τὴν εὐδαίμονα συναφήν, ἀκουσάτω τῶν ἱερῶν λογίων, ἃ λέγει περὶ διαφόρων ὁδῶν. μετὰ δὴ τὸν ὅλον κατάλογον τῶν οἴκοθεν εἰς ἀναγωγὴν ἀφορμῶν, καθ’ ὃν ἔξεστι τὸ ἔνδοθεν σπέρμα αὐξῆσαι· τοῖς δὲ (φησὶ) διδακτὸν ἔδωκε φάους γνώρισμα λαβέσθαι· τοὺς δὲ καὶ ὑπνώοντας ἑῆς ἐνεκάρπισεν ἀλκῆς. ὁρᾷς; ἀντιδιέστειλεν εὐμοιρίας μαθήσεων. ὁ μὲν ὕπαρ, φησίν, ὁ δὲ ὄναρ διδάσκεται· ἀλλ’ ὕπαρ μὲν ἄνθρωπός ἐστιν ὁ διδάσκων· τὸν ὑπνώοντα δὲ θεὸς ἑῆς ἐνεκάρπισεν ἀλκῆς, ὡς ταὐτὸν εἶναι τὸ μανθάνειν τε καὶ τυγχάνειν· τὸ γὰρ ἐγκαρπίσαι καὶ πλέον ἐστὶ τοῦ διδάξαι.
___________________________
Synesius On Dreams (Περὶ Ἐνυπνίων) :: Full Text